Book-bot.com - read famous books online for free

She by H. Rider (Henry Rider) Haggard
page 40 of 362 (11%)
ἀπήγαγεν ἡμᾶς ὑπὸ μαγείας καθʹ
ὁδοὺς σφαλερὰς ἔνθα τὸ βάραθρον τὸ
μέγα, οὗ κατὰ στόμα ἔκειτο ὁ γέρων
ὁ φιλόσοφος τεθνεώς, ἀφικομένοις
δʹ ἔδειξε φῶς τοῦ βίου εὐθύ, οἷον
κίονα ἑλισσόμενον φώνην ἱέντα
καθάπερ βροντῆς, εἶτα διὰ πυρὸς
βεβηκυῖα ἀβλαβὴς καὶ ἔτι καλλίων
αὐτὴ ἑαυτῆς ἐξεφάνη. ἐκ δὲ τούτων
ὤμοσε καὶ τὸν σὸν πατέρα ἀθάνατον
ἀποδείξειν, εἰ συνοικεῖν οἱ
βούλοιτο ἐμὲ δε ὰνελεῖν, οὐ γὰρ
οὖν αὐτὴ ἀνελεῖν ἴσχυεν ὑπὸ τῶν
ἡμεδαπῶν ἣν καὶ αὐτὴ ἔχω μαγείας.
ὁ δʹ οὐδέν τι μᾶλλον ἤθελε, τὼ χεῖρε
τῶν ὀμμάτων προίσχων ἵνα δὴ τὸ τῆς
γυναικὸς κάλλος μὴ ὁρῴη· ἔπειτα
ὀργισθεῖσα κατεγοήτευσε μὲν αὐτόν,
ἀπολόμενον μέντοι κλάουσα καὶ
ὀδυρμένη ἐκεῖθεν ἀπήνεγκεν, ἐμὲ δὲ
φόβῳ ἀφῆκεν εἰς στόμα τοῦ μεγάλου
ποταμοῦ τοῦ ναυσιπόρου, πόδδω δὲ
ναυσίν, ἐφʹ ὧνπερ πλέουσα ἔτεκόν
σε, ἀποπλεύσασα μόλις ποτὲ δεῦρο
Ἀθηνάζε κατηγαγόν. σὺ δέ, ὦ
Τισίσθενες, ὧν ἐπιστέλλω μὴ
ὀλιγώρει· δεῖ γὰρ τῆν γυναῖκα
ἀναζητεῖν ἤν πως τῦ βίου μυστήριον
ἀνεύρῃς, καὶ ἀναιρεῖν, ἤν
που παρασχῇ, διὰ τὸν πατέρα
DigitalOcean Referral Badge